Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.87 Joseph. BJ 3.93 (English) >>Joseph. BJ 3.99

3.91καὶ τρίτον δʼ ὅμως αἱ σάλπιγγες προσημαίνουσιν τὴν ἔξοδον ἐπισπέρχουσαι τοὺς διʼ αἰτίαν τινὰ βραδύναντας, ὡς μή τις ἀπολειφθείη τάξεως. 3.92 τε κῆρυξ δεξιὸς τῷ πολεμάρχῳ παραστάς, εἰ πρὸς πόλεμόν εἰσιν ἕτοιμοι, τῇ πατρίῳ γλώσσῃ τρὶς ἀναπυνθάνεται. κἀκεῖνοι τοσαυτάκις ἀντιβοῶσιν μέγα τι καὶ πρόθυμον ἕτοιμοι λέγοντες εἶναι, φθάνουσιν δὲ τὸν ἐπερωτῶντα, καί τινος ἀρηΐου πνεύματος ὑποπιμπλάμενοι τῇ βοῇ συνεξαίρουσιν τὰς δεξιάς. 3.93

Ἔπειτα προϊόντες ὁδεύουσιν ἡσυχῇ καὶ μετὰ κόσμου πάντες, ὥσπερ ἐν πολέμῳ τὴν ἰδίαν τάξιν ἕκαστος φυλάσσων, οἱ μὲν πεζοὶ θώραξιν πεφραγμένοι καὶ κράνεσιν καὶ μαχαιροφοροῦντες ἀμφοτέρωθεν. 3.94μακρότερον δʼ αὐτῶν τὸ λαιὸν ξίφος πολλῷ· τὸ γὰρ κατὰ τὸ δεξιὸν σπιθαμῆς οὐ πλέον ἔχει τὸ μῆκος. 3.95φέρουσι δʼ οἱ μὲν περὶ τὸν στρατηγὸν ἐπίλεκτοι πεζοὶ λόγχην καὶ ἀσπίδα, δὲ λοιπὴ φάλαγξ ξυστόν τε καὶ θυρεὸν ἐπιμήκη, πρὸς οἷς πρίονα καὶ κόφινον ἄμην τε καὶ πέλεκυν, πρὸς δὲ ἱμάντα καὶ δρέπανον καὶ

-- --

ἅλυσιν, ἡμερῶν τε τριῶν ἐφόδιον· ὡς ὀλίγον ἀποδεῖν τῶν ἀχθοφορούντων ὀρέων τὸν πεζόν. 3.96τοῖς δὲ ἱππεῦσιν μάχαιρα μὲν ἐκ δεξιῶν μακρὰ καὶ κοντὸς ἐπιμήκης ἐν χειρί, θυρεὸς δὲ παρὰ πλευρὸν ἵππου πλάγιος, καὶ κατὰ γωρυτοῦ παρήρτηνται τρεῖς πλείους ἄκοντες, πλατεῖς μὲν αἰχμάς, οὐκ ἀποδέοντες δὲ δοράτων μέγεθος·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.87 Joseph. BJ 3.93 (English) >>Joseph. BJ 3.99

Powered by PhiloLogic